Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.17 Dem. 27.20 (English) >>Dem. 27.23

27.19Θηριππίδης μὲν οὖν ἕπτʼ ἔτη τῶν ἀνδραπόδων ἐπιμεληθεὶς ἕνδεκα μνᾶς τοῦ ἐνιαυτοῦ ἀπέφηνε, τέτταρσι μναῖς καθʼ ἕκαστον ἐνιαυτὸν ἔλαττον ὅσον προσῆκε λογιζόμενος. οὗτος δὲ δύʼ ἔτη τὰ πρῶτʼ ἐπιμεληθεὶς οὐδʼ ὁτιοῦν ἀποδείκνυσιν, ἀλλʼ ἐνίοτε μέν φησιν ἀργῆσαι τὸ ἐργαστήριον, ἐνίοτε δʼ ὡς αὐτὸς μὲν οὐκ ἐπεμελήθη τούτων, δʼ ἐπίτροπος Μιλύας, ἀπελεύθερος ἡμέτερος, διῴκησεν αὐτά, καὶ παρʼ ἐκείνου μοι προσήκει λόγον λαβεῖν. ἂν οὖν καὶ νῦν εἴπῃ τινὰ τούτων τῶν λόγων, ῥᾳδίως ἐξελεγχθήσεται ψευδόμενος. 27.20ἂν μὲν οὖν ἀργὸν φῇ γενέσθαι, λόγον αὐτὸς ἀπενήνοχεν ἀναλωμάτων οὐκ εἰς σιτία τοῖς ἀνθρώποις, ἀλλʼ εἰς ἔργα, τὸν εἰς τὴν τέχνην ἐλέφαντα καὶ μαχαιρῶν λαβὰς καὶ ἄλλας ἐπισκευάς, ὡς ἐργαζομένων τῶν δημιουργῶν. ἔτι δὲ Θηριππίδῃ τριῶν ἀνδραπόδων, ἦν αὐτῷ ἐν τῷ ἐμῷ ἐργαστηρίῳ, μισθὸν ἀποδεδωκέναι λογίζεται. καίτοι μὴ γενομένης ἐργασίας οὔτʼ ἐκείνῳ λαβεῖν μισθὸν οὔτʼ ἐμοὶ τὰ ἀναλώματα ταῦτα λογισθῆναι προσῆκεν. 27.21εἰ δʼ αὖ γενέσθαι μὲν φήσει, τῶν δʼ ἔργων ἀπρασίαν εἶναι, δεῖ δήπου τά γʼ ἔργʼ αὐτὸν ἀποδεδωκότα μοι φαίνεσθαι, καὶ ὧν ἐναντίον ἀπέδωκε παρασχέσθαι μάρτυρας. εἰ δὲ μηδὲν τούτων πεποίηκεν, πῶς οὐκ ἔχει τὴν πρόσοδον δυοῖν ἐτοῖν τὴν ἐκ τοῦ ἐργαστηρίου, τὰς τριάκοντα μνᾶς, φανερῶς οὕτως τῶν ἔργων γεγενημένων;


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.17 Dem. 27.20 (English) >>Dem. 27.23

Powered by PhiloLogic